παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε;τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.οὐ δή σε δυσχέρεια τοῦ νοσήματοςἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσινὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γεδρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν.αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν,προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴπέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖνπρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.οἴμοι, τί εἶπας;μὴ στέναζε, πρὶν μάθῃς.ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς;πολλὴ κρατεῖτούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε,δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειντό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίαςδεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω,οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶντὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών.ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον·