οὖρός τοι, τέκνον, οὖρος·ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχωνἀρωγὰν ἐκτέταται νύχιος,ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼοὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.ὅρα, βλέπʼ εἰ καίριαφθέγγει· τὸ δʼ ἁλώσιμονἐμᾷ φροντίδι, παῖ,πόνος ὁ μὴ φοβῶν κράτιστος.σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν·κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδωνἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ,τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματαμεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρωςοὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖλήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδαἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σουπρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρἅλις πόνος τούτοισι συνναίειν ἐμοί.ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.