μέθες ποτέ.οὔ φημʼ ἐάσειν.ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχωτὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ.τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνουἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸςαἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι,ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων,εὐαὲς ἡμῖν ἔλθοις,εὐαίων εὐαίων, ὦναξ·ὄμμασι δʼ ἀντίσχοιςτάνδʼ αἴγλαν, ἃ τέταται τανῦν.ἴθι ἴθι μοι παιών.ὦ τέκνον, ὅρα ποῦ στάσει,ποῖ δέ μοι τἀνθένδε βάσει,φροντίδος. ὁρᾷς ἤδη.πρὸς τί μενοῦμεν πράσσειν;καιρός τοι πάντων γνώμαν ἴσχωνπολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.ἀλλʼ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δʼ ὁρῶ οὕνεκα θήραντήνδʼ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες.τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.κομπεῖν δʼ ἔστʼ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·ὧν δʼ ἂν ἀμείβῃ μʼ αὖθις,βαιάν μοι, βαιάν, ὦ τέκνον,πέμπε λόγων φάμαν·ὡς πάντων ἐν νόσῳ εὐδρακὴςὕπνος ἄϋπνος λεύσσειν.ἀλλʼ ὅτι δύνᾳ μάκιστονκεῖνο δή μοι κεῖνο λάθρᾳἐξιδοῦ ὅπᾳ πράξεις.οἶσθα γὰρ ἃν αὐδῶμαι,εἰ ταύταν τούτων γνώμαν ἴσχεις,μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.