θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦκηκῖον αἷμα, καί τι προσδοκῶ νέον.παπαῖ, φεῦ.παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.προσέρπει,προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας.ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.ἀτταταῖ.ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲςστέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ,παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται,Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦτὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενοςοὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼντῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτετὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοιὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.θάρσει, μενοῦμεν.ἦ μενεῖς;σαφῶς φρόνει.οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον.ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.ἔμβαλλε χειρὸς πίστιν.ἐμβάλλω μενεῖν.ἐκεῖσε νῦν μʼ, ἐκεῖσεποῖ λέγεις;ἄνωτί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;μέθες μέθες με.ποῖ μεθῶ;