τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺδός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνονκέκλησο πάντων εὐσεβέστατος βροτῶν.ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγεινκαὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸςἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶπροδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶςδρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲγλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖςτὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν;οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον.οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ.θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.