ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα.σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου,ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών,καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τικατασχολάζειν, αὖθις ἐκπέμψω πάλιντοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποιςμορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένουδέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷνΝίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί.τί χρὴ τί χρή με, δέσποτʼ, ἐν ξένᾳ ξένονστέγειν ἢ τί λέγειν πρὸς ἄνδρʼ ὑπόπταν;φράζε μοι. τέχνα γὰρτέχνας ἑτέρας προύχεικαὶ γνώμα παρʼ ὅτῳ τὸ θεῖονΔιὸς σκῆπτρον ἀνάσσεται.σὲ δʼ, ὦ τέκνον, τόδʼ ἐλήλυθενπᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπετί σοι χρεὼν ὑπουργεῖν.νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖςπροσιδεῖν ἐθέλεις ὅντινα κεῖται,δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃδεινὸς ὁδίτης, τῶνδʼ οὑκ μελάθρωνπρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶνπειρῶ τὸ παρὸν θεραπεύειν.μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ·νῦν δέ μοι λέγʼ, αὐλὰςποίας ἔνεδρος ναίεικαὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοιμαθεῖν οὐκ ἀποκαίριον,μὴ προσπεσών με λάθῃ ποθέν·τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον,ἔναυλον ἢ θυραῖον;οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον