κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρκῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθενἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂνἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθαςγενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοαςκλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.τί δῆτʼ ἄνωγας;τὴν Φιλοκτήτου σε δεῖψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸνστράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλωνἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂνθέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσειμὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλίαπρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶοὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺςὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα