ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάραξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ.τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτουτοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;οἶσθʼ, ὦ τέκνον;τί δʼ ἔστιν;οἶσθʼ, ὦ παῖ;τί σοί;οὐκ οἶδα.πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με.τί δῆτα δράσω;μή με ταρβήσας προδῷς·ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσωςὡς ἐξεπλήσθη.ἰὼ ἰὼ δύστηνε σύ,δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼντάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇτὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,σῷζʼ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖνὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼνἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳμόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαιἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃκείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμακἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεταιπλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσονμή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπωςἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲπλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ