οὐδέ τινʼ ἐγχώρων κακογείτονα,παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν·ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέωνἐνθήρου ποδὸς ἠπίοισιφύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,φορβάδος ἐκ γαίας ἑλών·εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷτότʼ ἂν εἰλυόμενοςπαῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ-χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα·οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλωναἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί,πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξωνπτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.ὦ μελέα ψυχά,ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ,ἀεὶ προσενώμα.νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσαςεὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·ὅς νιν ποντοπόρῳ δούρατι, πλήθειπολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰνΜαλιάδων νυμφᾶνΣπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖςπλάθει πατρὸς θείῳ πυρὶ παμφαής,Οἴτας ὑπὲρ ὄχθων.ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸςλόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει;ἀᾶ, ἀᾶ.τί δʼ ἔστιν;οὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον.μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί.τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς;σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσεισιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸνκρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεταιδιέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.