τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶκοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένονπαρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖνκαὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶνὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάοςμόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶνἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνεινκαὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶνἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.καὶ σέ γʼ εἰσάξω· τὸ γὰρνοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα,τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸςκατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳτοῦδʼ ἐχθίονι συντυχόνταθνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας,ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ,ὤλλυθʼ ὧδʼ ἀναξίως.τόδε τοι θαῦμά μʼ ἔχει,πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν·ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,