δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγωνἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισενκαὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτεπέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκοςτὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετοτὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρατέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοικαὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼνπρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίουἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖςδεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶκλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲτολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺπέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνουλήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼνὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.