κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖςἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ.πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει;ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσοντίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχοςἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲδιεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης;οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγεινεἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷλέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕποδρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης.ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοιφίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ.δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγωνκρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας.ὅρα τί ποιεῖς, παῖ.σκοπῶ κἀγὼ πάλαι.σὲ θήσομαι τῶνδʼ αἴτιον.ποιοῦ λέγων.λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία,διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳπείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶςὈδυσσέως λέγοντος· οὗτος γὰρ πλέοντὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳτοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βίακαὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετοἝλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη