ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ,φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴςἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσωἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃςἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέανἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους,χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυνΠεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτισοὶ πάντες εἶεν συννεναυστοληκότες,ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέαβουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοινεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳΦοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάταιοὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελοςπλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;