ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇςἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγωνἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλοςΤραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροονΣπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼμή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοιςἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέροςποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελονἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶνὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖςκεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν,χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίονσκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνωνἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδοςμετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,ἐπʼ εὐστόλου ταχείας νεὼςπορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶννέμεσιν ἐκφυγών.ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲτοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερονξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆςἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.