ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆχαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲδίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταντὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιονκαὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένεικἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοιἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονεςνόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸςπλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.ἤδη, τέκνον, στέλλεσθε;καιρὸς γὰρ καλεῖπλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷςὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοιτό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποιἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν