ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦγλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧςμηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼνΑἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτεζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.πῶς εἶπας; ἀλλʼ ἦ χοὖτος οἴχεται θανών;ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.οἴμοι τάλας. ἀλλʼ οὐχ ὁ Τυδέως γόνοςοὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ,οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγαθάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός,Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γεκείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼνἈντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲντεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵναχρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶγνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοιΠάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖτοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼναἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γεἀναξίου μὲν φωτὸς ἐξερήσομαι,γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπουμηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,