οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοιπατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαιὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινιδοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖςτοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰπλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενοςπρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένωνστρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶνδιδασκάλων λόγοισι γίγνονται κακοί.λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶνἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν,ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει,ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,ἰὼ μάκαιρα ταυροκτόνωνλεόντων ἔφεδρε, τῷ Λαρτίουσέβας ὑπέρτατον.ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲςλύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτιταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.