ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτιχἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγανχόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθωπρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸνπάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσοναὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.ἦλθόν με νηὶ ποικιλοστόλῳ μέταδῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτοπατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺνχρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃκατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸςἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειντὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμοροςἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.