ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνονδιακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορατόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρουςβάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοινευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλαςεἰλυόμην, δύστηνον ἐξέλκων πόδα,πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,καί που πάγου χυθέντος, οἷα χείματι,ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλαςἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλιςἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέταπάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέωνἐξεμπολήσει κέρδος ἢ ξενώσεται.οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδεἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοιςἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέροςπροσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει,σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλαςἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶκακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶδοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσαξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶνἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις