ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνιστόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτηςἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς;πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε;οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέοςᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην;ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς.ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδεμηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲγελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσοςἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσωςτῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱδισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳνόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρουπληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδεᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίαςΧρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλουεὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶςἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖςαὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσουκάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν