τί τόδε;προυφάνη κτύπος,φωτὸς σύντροφος ὡς τειρομένου του,ἤ που τῇδʼ ἢ τῇδε τόπων.βάλλει βάλλει μʼ ἐτύμαφθογγά του στίβον κατʼ ἀνάγκανἕρποντος, οὐδέ με λάθειβαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ.ἀλλʼ ἔχε, τέκνον,λέγʼ ὅ τι.φροντίδας νέας.ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ,οὐ μολπὰν σύριγγος ἔχων,ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκαςβοᾷ τηλωπὸν ἰωάν,ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν.ἰὼ ξένοι,τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτραςκατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην;ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲτύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδοςστολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳδείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον,ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,ἔρημον ὧδε κἄφιλον κακούμενον,φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε.ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ.ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκαἝλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖνπρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγενχρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ.ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτουΣκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖςἈχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,