πετρίνης κοίτης.ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳστίβον ὀγμεύει τῇδε πέλας που.ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸνλόγος ἐστὶ φύσιν, θηροβολοῦνταπτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,οὐδέ τινʼ αὐτῷπαιῶνα κακῶν ἐπινωμᾶν.οἰκτίρω νιν ἔγωγʼ, ὅπως,μή του κηδομένου βροτῶνμηδὲ ξύντροφον ὄμμʼ ἔχων,δύστανος, μόνος ἀεί,νοσεῖ μὲν νόσον ἀγρίαν,ἀλύει δʼ ἐπὶ παντί τῳχρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει;ὦ παλάμαι θεῶν,ὦ δύστανα γένη βροτῶν,οἷς μὴ μέτριος αἰών.οὗτος πρωτογόνων ἴσωςοἴκων οὐδενὸς ὕστερος,πάντων ἄμμορος ἐν βίῳκεῖται μοῦνος ἀπʼ ἄλλων,στικτῶν ἢ λασίων μετὰθηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦλιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί-α δʼ ἀθυρόστομοςἈχὼ τηλεφανὴς πικραῖςοἰμωγαῖς ὑπακούει.οὐδὲν τούτων θαυμαστὸν ἐμοί·θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸντῆς ὠμόφρονος Χρύσης ἐπέβη,καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃτοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳτεῖναι τὰ θεῶν ἀμάχητα βέλη,πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεταιχρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι.εὔστομʼ ἔχε, παῖ.