εἴρξω πελάζειν.στεῖχε προσκύσας χθόνα.μήπω γε, πρὶν ἂν τῶν ἡμετέρωνἀίῃς μύθων, παῖ Ποίαντος·φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέουςἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.τὴν σὴν δʼ ἥκω χάριν οὐρανίαςἕδρας προλιπών,τὰ Διός τε φράσων βουλεύματά σοικατερητύσων θʼ ὁδὸν ἣν στέλλει·σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,ὅσους πονήσας καὶ διεξελθὼν πόνουςἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸνπόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰπέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴνκόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένειςἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετονοὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸνπαυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼντόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅτανπορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρΖεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψαςχρόνιός τε φανείς,