λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαιθεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοιςφίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέωςἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσινπαύσοντας ἄλγους κἀποσώσοντας νόσου.ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε;σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου.πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοιςπείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτιΤροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.εἰ δοκεῖ, στείχωμεν.ὦ γενναῖον εἰρηκὼς ἔπος.ἀντέρειδε νῦν βάσιν σήν.εἰς ὅσον γʼ ἐγὼ σθένω.αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;μὴ φροντίσῃς.τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;ἐγὼ παρὼντίνα προσωφέλησιν ἔρξεις;βέλεσι τοῖς Ἡρακλέουςπῶς λέγεις;