οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.κἀγὼ γνώμην ταύτῃ τίθεμαι.μή νυν χρόνιοι μέλλετε πράσσειν·καιρὸς καὶ πλοῦςὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.φέρε νυν στείχων χώραν καλέσω.χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,νύμφαι τʼ ἔνυδροι λειμωνιάδες,καὶ κτύπος ἄρσην πόντου προβολῆς,οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθηκρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου,πολλὰ δὲ φωνῆς τῆς ἡμετέραςἙρμαῖον ὄρος παρέπεμψεν ἐμοὶστόνον ἀντίτυπον χειμαζομένῳ.νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν,λείπομεν ὑμᾶς, λείπομεν ἤδηδόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον,καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως,ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζειγνώμη τε φίλων χὠ πανδαμάτωρδαίμων, ὃς ταῦτʼ ἐπέκρανεν.χωρῶμεν δὴ πάντες ἀολλεῖς,νύμφαις ἁλίαισιν ἐπευξάμενοινόστου σωτῆρας ἱκέσθαι.