καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιννόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμαξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶςὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτιὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρουςΤροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼνκτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνακριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίαςἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονονΤροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνωβλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοιςτοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμοροςεἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέωςἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτιδοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶνμήτηρ γένηται, τἄλλα παιδεύει κακούς.καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖνἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺεἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας,πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένωνἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶνδόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.