τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,ἐπῃσθόμην;σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς,ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ,ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.οὐκ ἂν μεθείην.φεῦ· τί μʼ ἄνδρα πολέμιονἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ,τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺςὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτουὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον,ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦνἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σεαὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι,ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶντύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν·ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις,ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχεινδίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά.σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει,ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος.ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ·καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω.σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης,Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆσηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖννόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιοςταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν,πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς,