λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς,ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέαπάρεστε πρὸς κακοῖσι πέμποντες κακά;θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγωνκαλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μουτὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,πότερα δέδοκταί σοι μένοντι καρτερεῖνἢ πλεῖν μεθʼ ἡμῶν;παῦε, μὴ λέξῃς πέρα·μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.οὕτω δέδοκται;καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω.ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοιςἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγωνκυρῶ, πέπαυμαι.πάντα γὰρ φράσεις μάτην.οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼνἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ.μὴ ʼπεύξῃ πέρα·δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα.τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰνπρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες,ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.