γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν.οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροποςκέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν;ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλινὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον.ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε;ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;τὴν ἁμαρτίαναἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει.ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.ἴτω τὸ μέλλον.χεῖρα δεξιὰν ὁρᾷςκώπης ἐπιψαύουσαν;ἀλλὰ κἀμέ τοιταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ