μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.μετρίαζʼ.ὦ ξένοι, μείνατε, πρὸς θεῶν.τί θροεῖς;αἰαῖ αἰαῖ, δαίμων δαίμων·ἀπόλωλʼ ὁ τάλας·ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳτεύξω τῷ μετόπιν τάλας;ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις.τί ῥέξοντες ἀλλοκότῳγνώμᾳ τῶν πάρος, ὧν προύφαινες;οὔτοι νεμεσητόν,ἀλύοντα χειμερίῳλύπᾳ καὶ παρὰ νοῦν θροεῖν.βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴςβροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳπάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.ποῖον ἐρεῖς τόδʼ ἔπος;ξίφος, εἴ ποθεν,ἢ γένυν ἢ βελέων τι προπέμψατε.ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·φονᾷ φονᾷ νόος ἤδη.τί ποτε;πατέρα ματεύων.ποῖ γᾶς;ἐς Ἅιδου·οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.ὦ πόλις, ὦ πατρία,πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,ὅς γε σὰν λιπὼν ἱερὰνλιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖςἀρωγός· ἔτʼ οὐδέν εἰμι.ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦστείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλαςὈδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως