ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν,μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, ὦ Ζεῦ.ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν,εἰπόντος δὲ μὴ φθονερὰνἐξῶσαι γλώσσας ὀδύναν.κεῖνος δʼ εἷς ἀπὸ πολλῶνταχθεὶς τῶνδʼ ἐφημοσύνᾳκοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.ὦ πταναὶ θῆραι χαροπῶν τʼἔθνη θηρῶν, οὓς ὅδʼ ἔχειχῶρος οὐρεσιβώτας,μηκέτʼ ἀπʼ αὐλίων φυγᾷπηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖντὰν πρόσθεν βελέων ἀλκάν,ὦ δύστανος ἐγὼ τανῦν,ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτιφοβητὸς οὐκέθʼ ὑμῖν,ἕρπετε· νῦν καλὸνἀντίφονον κορέσαι στόμα πρὸς χάρινἐμᾶς σαρκὸς αἰόλας·ἀπὸ γὰρ βίον αὐτίκα λείψω.πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται,μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,εὐνοίᾳ πάσᾳ πελάταν·ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶκῆρα τάνδʼ ἀποφεύγειν.οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦλῷστε τῶν πρὶν ἐντόπων.τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;τί τοῦτʼ ἔλεξας;εἰ σὺ τὰν ἐμοὶ στυγερὰνΤρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν.τόδε γὰρ νοῶ κράτιστον.ἀπό νύν με λείπετʼ ἤδη.φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.ἴωμεν ἴωμενναὸς ἵνʼ ἡμῖν τέτακται.