ἔσται; τοῦ ποτε τεύξομαισιτονόμου μέλεος πόθεν ἐλπίδος;πέλειαι δʼ ἄνωπτωκάδες ὀξυτόνου διὰ πνεύματοςἐλῶσιν· οὐκέτʼ ἴσχω.σύ τοι σύ τοι κατηξίωσας,ὦ βαρύποτμε, κοὐκἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος,εὖτέ γε παρὸν φρονῆσαιτοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.ὦ τλάμων τλάμων ἄρʼ ἐγὼκαὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερονἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι,αἰαῖ αἰαῖ,οὐ φορβὰν ἔτι προσφέρων,οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλωνκραταιαῖς μετὰ χερσὶνἴσχων· ἀλλά μοι ἄσκοπακρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός·ἰδοίμαν δέ νιν,τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνονἐμὰς λαχόντʼ ἀνίας.πότμος, πότμος σε δαιμόνων τάδʼ,οὐδὲ σέ γε δόλος,ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχεδύσποτμον ἀρὰν ἐπʼ ἄλλοις.καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ.οἴμοι μοι, καί που πολιᾶςπόντου θινὸς ἐφήμενοςἐγγελᾷ, χερὶ πάλλωντὰν ἐμὰν μελέου τροφάν,τὰν οὐδείς ποτʼ ἐβάστασεν.ὦ τόξον φίλον, ὦ φίλωνχειρῶν ἐκβεβιασμένον,ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τιναςἔχεις, τὸν Ἡράκλειονἄρθμιον ὧδέ σοιοὐκέτι χρησόμενον τὸ μεθύστερον,ἄλλου δʼ ἐν μεταλλαγᾷπολυμηχάνου ἀνδρὸς ἐρέσσει,