εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου.οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ·χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ.νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι.ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι·ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν,τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲνΤεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂντούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί.τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν·ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέραςτιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖςὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτιγενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει;χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι,λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂνοὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέωςπρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ,χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼςστείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοιλῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.ὦ κοίλας πέτρας γύαλονθερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας,λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.ὤμοι μοί μοι.ὦ πληρέστατον αὔλιονλύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν,τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ