σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτιζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθίακαὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶνἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂντὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσοςαὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖνἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰκτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖβάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖνχρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶνἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμέναἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυκέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέοντοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.φεῦ·εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸςθνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.