ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲἈγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοιπαρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδεἭρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶνπολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτεπρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼνἤνεγκα κἀξέσωσα κἀξεθρεψάμηντοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένωνΠυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλαςἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆμέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆσημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸνμαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶδίκας ἀροίμην τῶν φονευσάντων πάρα,χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦδόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,