ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλωνὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼνἀπεστέρηκε καὶ μόνα λελείμμεθον.ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳθάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδαςφόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,ὅπως τὸν αὐτόχειρα πατρῴου φόνουξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖνΑἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδωνβλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένεινπλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνουἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπωςτεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρΑἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένοςβλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτωθανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρακαλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίωντεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσηνσαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼντοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλειτιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,