εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ.οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ.ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπητολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶπολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τιφρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖςἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶςκηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰνκαὶ τὰν οὐρανίαν Θέμιν,δαρὸν οὐκ ἀπόνητοι.ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰνὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ