καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαιμή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺςἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖτοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοιοὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσωςπολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοισωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦντὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότοςμνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγουςτοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄραἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.