ἄτερ ἐμᾶν χερῶνπαπαῖ.κέκευθεν, οὔτε του τάφου ἀντιάσαςοὔτε γόων παρʼ ἡμῶν.ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαιτὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧνπάροιθεν εἶχες καὶ κατέστενες κακῶνπόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτωνἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦκλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖςσαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρειλέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγοντόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆσημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοιβλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μουτὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτουςπηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳπάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶμή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶπυρᾶς νεώρη βόστρυχον τετμημένον·κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοιψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶνπάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.