τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθωνἍλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;ἒ ἔ, αἰαῖ.ὦ παῖ, τί δακρύεις;φεῦ.μηδὲν μέγʼ ἀΰσῃς.ἀπολεῖς.πῶς;εἰ τῶν φανερῶς οἰχομένωνεἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομέναςμᾶλλον ἐπεμβάσει.οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοιςἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίαςἒ ἔ, ἰώ.πάμψυχος ἀνάσσει.φεῦ.φεῦ δῆτʼ· ὀλοὰ γὰρἐδάμη.ναί.οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,φροῦδος ἀναρπασθείς.δειλαία δειλαίων κυρεῖς.κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,πανσύρτῳ παμμήνῳ πολλῶνδεινῶν στυγνῶν τʼ αἰῶνι.εἴδομεν ἁθρήνεις.μή μέ νυν μηκέτιπαραγάγῃς, ἵνʼ οὐτί φής;πάρεισιν ἐλπίδων ἔτι κοινοτόκωνεὐπατριδᾶν ἀρωγαί.πᾶσι θνατοῖς ἔφυ μόρος.ἦ καὶ χαλάργοις ἐν ἁμίλλαιςοὕτως, ὡς κείνῳ δυστάνῳ,τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;ἄσκοπος ἁ λώβα.πῶς γὰρ οὔκ; εἰ ξένος