ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶνχρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβουπρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβηξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά πουτῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχωνπρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂνπράξειας οὔτε τοῦ πορεύσαντος ξένου.ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶνἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένηδεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖτὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸςαἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτεκἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένηκαὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλινἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶφονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνουξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃπαρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,