μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίουπειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρεινίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.ὦ φάος ἁγνὸνκαὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοιπολλὰς μὲν θρήνων ᾠδάς,πολλὰς δʼ ἀντήρεις ᾔσθουστέρνων πληγὰς αἱμασσομένων,ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·τὰ δὲ παννυχίδων ἤδη στυγεραὶξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶπατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶανφοίνιος Ἄρης οὐκ ἐξένισεν,μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴςΑἴγισθος ὅπως δρῦν ὑλοτόμοισχίζουσι κάρα φονίῳ πελέκει,κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλληςἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτωςαἰκῶς οἰκτρῶς τε θανόντος.ἀλλʼ οὐ μὲν δὴλήξω θρήνων στυγερῶν τε γόων,ἔστʼ ἂν παμφεγγεῖς ἄστρωνῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼνἐπὶ κωκυτῷ τῶνδε πατρῴωνπρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰσεμναί τε θεῶν παῖδες Ἐρινύες,αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸςφόνον ἡμετέρου,καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·μούνη γὰρ ἄγειν οὐκέτι σωκῶλύπης ἀντίρροπον ἄχθος.ὦ παῖ, παῖ δυστανοτάτας