Ἠλέκτρα ματρός, τίνʼ ἀεὶτάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰντὸν πάλαι ἐκ δολερᾶς ἀθεώταταματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονακακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼνὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.ὦ γενέθλα γενναίων,ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί μεφυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,αἰαῖ, ἱκνοῦμαι.ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδαπαγκοίνου λίμνας πατέρʼ ἀν-στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανονἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.τί μοι τῶν δυσφόρων ἐφίει;νήπιος ὃς τῶν οἰκτρῶςοἰχομένων γονέων ἐπιλάθεται.ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,ἅτʼ ἐν τάφῳ πετραίῳαἰεὶ δακρύεις.οὔτοι σοὶ μούνᾳ, τέκνον,ἄχος ἐφάνη βροτῶν,πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,ὄλβιος, ὃν ἁ κλεινὰγᾶ ποτε Μυκηναίωνδέξεται εὐπατρίδαν, Διὸς εὔφρονιβήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,