ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷγνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶΦωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρμέγιστος αὐτοῖς τυγχάνει δορυξένων.ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκατέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτωνδίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖςστέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτινφέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμαςφλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼνἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺςλόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμουςἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄποδεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαιδίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσινμέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.ἰώ μοί μοι δύστηνος.καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸςὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις