καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμουςὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·ἔπειτα λύων ἡνίαν ἀριστερὰνκάμπτοντος ἵππου λανθάνει στήλην ἄκρανπαίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόαςκἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεταιτμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳπῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκόταδίφρων, ἀνωλόλυξε τὸν νεανίαν,οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷσκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,μόλις κατασχεθόντες ἱππικὸν δρόμον,ἔλυσαν αἱματηρόν, ὥστε μηδέναγνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖχαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦφέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαιπρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶςπάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήριαπροσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰςἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸςἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοιφόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας