εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύοΛίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχωνἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίαςξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆςκλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμαἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖνἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμοςκτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνωφορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοιφείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοιχνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσειςἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχωνἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶςσειραῖον ἵππον εἶργε τὸν προσκείμενον.καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοιπῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆςτελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμονμέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατοναυαγίων Κρισαῖον ἱππικῶν πέδον.γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφοςἔξω παρασπᾷ κἀνακωχεύει παρεὶςκλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχωνπώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖςπώλοις διώκει, κἀξισώσαντε ζυγὰἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτεροςκάρα προβάλλων ἱππικῶν ὀχημάτων.