εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶκείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγουςἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σουπρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢνἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδοςπρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτωνδρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματανίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγωοὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆςδρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,τούτων ἐνεγκὼν πάντα τἀπινίκιαὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν ἙλλάδοςἈγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶνβλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶνἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.