αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπηκαὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖςτοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσουςτοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοιλέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆςθῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶτοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοιπάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίουςεὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοιςὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπειπρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇσπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματαδισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινεςδόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳδόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦνεὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶδύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύωνδὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς