μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοιπρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦναἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗπατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖςκἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖςὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸνἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρακακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότινἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖςπολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστοραἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκακήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴνεἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖχωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκαἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·