καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνωνἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦπαίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοιςδύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τιλυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερλέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγουςἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂντούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοιὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασενπειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνοςποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶςπαίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖνστικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰςἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.κἀκ τοῦδε μηνίσασα Λητῴα κόρηκατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμοντοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσιςἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλιςἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλωνἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖνχρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς